Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.306 Joseph. BJ 4.312 (English) >>Joseph. BJ 4.319

4.310οἱ δὲ ζηλωταὶ τοῖς Ἰδουμαίοις συνεπηλάλαζον καὶ τὴν ἐκ πάντων βοὴν χειμὼν ἐποίει φοβερωτέραν. ἐφείδοντό τε οὐδενὸς Ἰδουμαῖοι φύσει τε ὠμότατοι φονεύειν ὄντες καὶ τῷ χειμῶνι κεκακωμένοι κατὰ τῶν ἀποκλεισάντων ἐχρῶντο τοῖς θυμοῖς· 4.311ἦσαν δʼ ὅμοιοι τοῖς ἱκετεύουσι καὶ τοῖς ἀμυνομένοις καὶ πολλοὺς τήν τε

-- --

συγγένειαν ἀναμιμνήσκοντας καὶ δεομένους τοῦ κοινοῦ ἱεροῦ λαβεῖν αἰδῶ διήλαυνον τοῖς ξίφεσιν. 4.312ἦν δὲ φυγῆς μὲν οὐδεὶς τόπος οὐδὲ σωτηρίας ἐλπίς, συνωθούμενοι δὲ περὶ ἀλλήλους κατεκόπτοντο, καὶ τὸ πλέον ἐκβιαζόμενοι. ὡς οὐκέτʼ ἦν ὑποχωρήσεως τόπος ἐπῄεσαν δὲ οἱ φονεύοντες, ὑπʼ ἀμηχανίας κατεκρήμνιζον ἑαυτοὺς εἰς τὴν πόλιν, οἰκτρότερον ἔμοιγε δοκεῖν οὗ διέφευγον ὀλέθρου τὸν αὐθαίρετον ὑπομένοντες. 4.313ἐπεκλύσθη δὲ τὸ ἔξωθεν ἱερὸν πᾶν αἵματι, καὶ νεκροὺς ὀκτακισχιλίους πεντακοσίους ἡμέρα κατελάμβανεν. 4.314

Οὐκ ἐκορέσθησαν δὲ τούτοις οἱ θυμοὶ τῶν Ἰδουμαίων, ἀλλʼ ἐπὶ τὴν πόλιν τραπόμενοι πᾶσαν μὲν οἰκίαν διήρπαζον, ἔκτεινον δὲ τὸν περιτυχόντα. 4.315καὶ τὸ μὲν ἄλλο πλῆθος αὐτοῖς ἐδόκει παρανάλωμα, τοὺς δὲ ἀρχιερεῖς ἀνεζήτουν, καὶ κατʼ ἐκείνων ἦν τοῖς πλείστοις φορά. 4.316ταχέως δʼ ἁλόντες διεφθείροντο, καὶ τοῖς νεκροῖς αὐτῶν ἐπιστάντες τὸν μὲν Ἄνανον τῆς πρὸς τὸν δῆμον εὐνοίας.



Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 4.306 Joseph. BJ 4.312 (English) >>Joseph. BJ 4.319

Powered by PhiloLogic